Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.26 Dem. 25.29 (English) >>Dem. 25.32

25.28ὅς, μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων, κεκλειμένης σου τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασιν, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὸ ἐντὸς τούτων βιάζει καὶ προσέρχει πρὸς ταῦτʼ ἀφʼ ὧν ἀπελαύνουσίν σʼ οἱ νόμοι· ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις, γνώσει δικαστηρίων τριῶν, ἐγγραφῇ θεσμοθετῶν, ἑτέρᾳ πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις, γραφῇ, μόνον οὐχ ἁλύσει σιδηρᾷ, ὑποδύει παρὰ ταῦτα καὶ διασπᾷς, καὶ προφάσεις πλάττων καὶ ψευδεῖς αἰτίας συντιθεὶς τὰ κοινὰ δίκαιʼ ἀνατρέψειν οἴει.

25.29καὶ μὴν μέγα καὶ σαφὲς ὑμῖν ἐρῶ παράδειγμα, ὅτι ταῦτʼ οὐδὲ καθʼ ἓν προσήκει παριδεῖν. εἰ γάρ τις αὐτίκα δὴ μάλʼ εἴποι ὡς ἐκ τῶν νεωτάτων τῶν πλουσιωτάτων τῶν λελῃτουργηκότων τῶν τοιούτων τι μερῶν ἀφορίσας, τοὺς λέγοντας εἶναι δεῖ, ἀποκτείναιτʼ ἂν αὐτὸν εὖ οἶδʼ ὅτι, ὡς καταλύοντα τὸν δῆμον, καὶ δικαίως ἂν τοῦτο ποιήσαιτε. 25.30καὶ μὴν τι βούλεσθε τούτων ἧττόν ἐστι δεινὸν εἴ τις ἐξ ὧν οὗτός ἐστι μερῶν εἴποι τοῖς βιαζομένοις ἐξεῖναι λέγειν, τοῖς ἐκ τοῦ δεσμωτηρίου, τοῖς ὧν ἀπέκτεινεν δῆμος τοὺς πατέρας, τοῖς ἀποδεδοκιμασμένοις ἄρχειν λαχοῦσιν, τοῖς ὀφείλουσι τῷ δημοσίῳ, τοῖς καθάπαξ ἀτίμοις, τοῖς πονηροτάτοις καὶ δοκοῦσι καὶ οὖσι· πάντα γὰρ ταῦθʼ ὑπάρχει τούτῳ, καὶ πρόσεστι τοῖς οἷος οὗτός ἐστι τὴν φύσιν. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, νομίζω μὲν αὐτὸν καὶ ἐφʼ οἷς νυνὶ ποιεῖ δικαίως ἂν ἀποθανεῖν, πολὺ μέντοι μᾶλλον, οὐδέν γʼ ἧττον, ἐφʼ οἷς δῆλός ἐστι ποιήσων, εἰ τὴν παρʼ ὑμῶν ἐξουσίαν λήψεται καὶ καιρόν· μὴ γένοιτο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.26 Dem. 25.29 (English) >>Dem. 25.32

Powered by PhiloLogic